Ancient Greek · ~2 min
Section 239
Philo Judaeus, Quis rerum divinarum heres sit 239
Not analysed yet
τοὐναντίον δὲ Μωυσῆς καὶ ὅσα τῶν ἑρπετῶν ἄνω δύναται πηδᾶν οὐ μετρίως ἀποδέχεται· φησὶ γοῦν· „ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τεσσάρων, ἃ ἔχει σκέλη ἀνωτέρω τῶν ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖς ἀπὸ τῆς γῆς“ (Lev. 11,21). ταῦτα δ’ ἐστὶ σύμβολα ψυχῶν, ὅσαι τρόπον ἑρπετῶν προσερριζωμέναι τῷ γηίνῳ σώματι καθαρθεῖσαι μετεωροπολεῖν ἰσχύουσιν, οὐρανὸν ἀντικαταλλαξάμεναι γῆς καὶ φθορᾶς ἀθανασίαν.