Ancient Greek · ~1 min
Section 250
Philo Judaeus, Quis rerum divinarum heres sit 250
Not analysed yet
ᾗ τὸ προφητικὸν γένος χρῆται. τῆς μὲν οὖν πρώτης ἐν ταῖς ἐν Ἐπινομίδι γραφείσαις ἀραῖς διαμέμνηται —παραπληξίαν γάρ φησι καὶ ἀορασίαν καὶ ἔκστασιν διανοίας καταλήψεσθαι τοὺς ἀσεβοῦντας, ὡς μηδὲν διοίσειν τυφλῶν ἐν μεσημβρίᾳ καθάπερ ἐν βαθεῖ σκότῳ ψηλαφώντων (Deut. 28,28. 29) —,