Ancient Greek · ~4 min
Section 251
Philo Judaeus, Quis rerum divinarum heres sit 251
Not analysed yet
τῆς δὲ δευτέρας πολλαχοῦ —„ἐξέστη“ γάρ φησιν „Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ ἐνεγκών μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτόν; καὶ εὐλογημένος ἔστω“ (Gen. 27,33), καὶ ἐπὶ τοῦ Ἰακὼβ ἀπιστοῦντος τοῖς λέγουσιν, ὅτι „ζῇ Ἰωσὴφ καὶ ἄρχει πάσης γῆς Αἰγύπτου“· „ἐξέστη“ γάρ φησι „τῇ διανοίᾳ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς“ (Gen. 45,26), καὶ ἐν Ἐξαγωγῇ κατὰ τὴν ἐκκλησίαν· „τὸ γὰρ ὄρος“ φησί „τὸ Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν θεὸν ἐπ’ αὐτὸ ἐν πυρί, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡσεὶ ἀτμὶς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα“ (Exod. 19,18), καὶ ἐν τῷ Λευιτικῷ κατὰ τὴν τῶν ἱερῶν τελείωσιν ἡμέρᾳ τῇ ὀγδόῃ, ὁπότε „ἐξῆλθε πῦρ ἀπ’ οὐρανοῦ καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα“· λέγεται γὰρ εὐθύς· „καὶ εἶδε πᾶς ὁ λαὸς καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον“ (Lev. 9,24)· ἡ γὰρ τοιαύτη ἔκστασις πτόησιν καὶ δεινὴν κατάπληξιν ἐμποιεῖ —(ἀλλ’ οὐκ ἄξιον θαυμάσαι καὶ ἐπὶ τοῦ Ἠσαῦ,