Ancient Greek · ~1 min
Section 252
Philo Judaeus, Quis rerum divinarum heres sit 252
Not analysed yet
ὅτι εἰδὼς κυνηγεῖν ἀεὶ θηρεύεται καὶ πτερνίζεται τὴν τέχνην ἐπὶ βλάβῃ κτησάμενος, οὐκ ὠφελείᾳ, θηρεύειν δὲ οὐδέποτε ἐσπούδασε, καὶ ἐπὶ τοῦ Ἰακώβ, ὅτι θηρεύει μὴ μαθών, ἀλλὰ φύσει κινούμενος τὸ πάθος, καὶ φέρει τῷ δοκιμαστῇ, ὃς εἰ δοκιμόν ἐστι διαγνώσεται, διὸ ἀπὸ πάντων φάγεται (Gen. 27,33)·