Ancient Greek · ~1 min
Section 261
Philo Judaeus, Quis rerum divinarum heres sit 261
Not analysed yet
τί δὲ Ἰσαάκ; τί δὲ Ἰακώβ; καὶ γὰρ οὗτοι διά τε ἄλλων πολλῶν καὶ μάλιστα διὰ τῶν εἰς τοὺς ἐκγόνους προσρήσεων ὁμολογοῦνται προφητεῦσαι. τὸ γὰρ „συνάχθητε, ἵνα ἀπαγγείλω τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν“ (Gen. 49, 1) ἐνθουσιῶντος ἦν· ἡ γὰρ τῶν μελλόντων κατάληψις ἀνοίκειος ἀνθρώπῳ. τί δὲ Μωυσῆς; οὐ προφήτης ᾄδεται πανταχοῦ;