Ancient Greek · ~1 min
Section 262
Philo Judaeus, Quis rerum divinarum heres sit 262
Not analysed yet
λέγει γάρ· „ἐὰν γένηται ὑμῶν προφήτης κυρίου, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, Μωυσῇ δὲ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων“ (Num. 12,6. 8), καὶ πάλιν „οὐκ ἀνέστη ἔτι προφήτης ὡς Μωυσῆς, ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον πρὸς πρόσωπον“ (Deut. 34, 10).