Ancient Greek · ~1 min
Section 263
Philo Judaeus, Quis rerum divinarum heres sit 263
Not analysed yet
παγκάλως οὖν τὸν ἐνθουσιῶντα μηνύει φάσκων „περὶ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν“ (Gen. 15, 12), ἥλιον διὰ συμβόλου τὸν ἡμέτερον καλῶν νοῦν· ὅπερ γὰρ ἐν ἡμῖν λογισμός, τοῦτο ἐν κόσμῳ ἥλιος, ἐπειδὴ φωσφορεῖ ἑκάτερος, ὁ μὲν τῷ παντὶ φέγγος αἰσθητὸν ἐκπέμπων, ὁ δὲ ἡμῖν αὐτοῖς τὰς νοητὰς διὰ τῶν καταλήψεων αὐγάς.