Ancient Greek · ~1 min
Section 268
Philo Judaeus, Quis rerum divinarum heres sit 268
Not analysed yet
ἓν μὲν δὴ παίδευμα τοῦτο· ἕτερον δέ, ὅτι τὰ δουλείαν καὶ κάκωσιν καὶ δεινήν, ὡς αὐτὸς ἔφη, ταπείνωσιν ἐπάγοντα τῇ ψυχῇ τὰ κατὰ γῆν ἐστιν οἰκίδια· νόθα γὰρ καὶ ξένα διανοίας τὰ σώματος ὡς ἀληθῶς πάθη, σαρκὸς ἐκπεφυκότα, ᾗ προσερρίζωται.