Ancient Greek · ~1 min
Section 269
Philo Judaeus, Quis rerum divinarum heres sit 269
Not analysed yet
τετρακόσια δὲ ἔτη γίνεται ἡ δουλεία (Gen. 15, 13) κατὰ τὰς τῶν τεττάρων παθῶν δυνάμεις. ἀρχούσης μὲν γὰρ ἡδονῆς μετεωρίζεται καὶ φυσᾶται τὸ φρόνημα, χαύνῳ κουφότητι ἐξαιρόμενον· ὅταν δὲ ἐπιθυμία κρατήσῃ, ἔρως ἐγγίνεται τῶν ἀπόντων καὶ τὴν ψυχὴν ὥσπερ ἀπ’ ἀγχόνης ἐλπίδος ἀτελοῦς ἐκρέμασε· διψῇ μὲν γὰρ ἀεί, πιεῖν δὲ ἀδυνατεῖ ταντάλειον τιμωρίαν ὑπομένουσα.