Ancient Greek · ~1 min
Section 271
Philo Judaeus, Quis rerum divinarum heres sit 271
Not analysed yet
φαινομένου διίστησιν. αἱ δὲ τῶν λεχθέντων ἡγεμονίαι παθῶν βαρεῖαν τοῖς ἀρχομένοις ἐπάγουσι δουλείαν, ἄχρις ἂν ὁ βραβευτὴς καὶ δικαστὴς θεὸς διακρίνῃ τὸ κακούμενον ἀπὸ τοῦ κακοῦντος καὶ τὸ μὲν εἰς ἐλευθερίαν ἐξέληται παντελῆ, τῷ δὲ τἀπίχειρα ὧν ἐξήμαρτεν ἀποδῷ.