Ancient Greek · ~1 min
Section 272
Philo Judaeus, Quis rerum divinarum heres sit 272
Not analysed yet
λέγεται γάρ· „τὸ δὲ ἔθνος ᾧ ἂν δουλεύσωσι κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς“ (Gen. 15,14). ἀνάγκη γὰρ θνητὸν ὄντα τῷ τῶν παθῶν ἔθνει πιεσθῆναι καὶ τὰς οἰκείους τῷ γενομένῳ κῆρας ἀναδέξασθαι, βούλημα δὲ θεοῦ τὰ σύμφυτα κακὰ τοῦ γένους ἡμῶν ἐπικουφίζειν· ὥστε καὶ ἡμεῖς ἐν ἀρχῇ