Ancient Greek · ~1 min
Section 279
Philo Judaeus, Quis rerum divinarum heres sit 279
Not analysed yet
ἐθνάρχης γὰρ καὶ γενάρχης ὡς ἀληθῶς ἐστιν οὗτος, ἀφ’ οὗ καθάπερ ἀπὸ ῥίζης τὸ σκεπτικὸν καὶ θεωρητικὸν τῶν τῆς φύσεως πραγμάτων ἀνέβλαστεν ἔρνος, ὄνομα Ἰσραήλ· ἐπεὶ καὶ „τὰ παλαιὰ ἐκ προσώπου νέων ἐκφέρειν“ διείρηται (Lev. 26,10). ποῦ γὰρ ἀρχαιολογίας ἔτι καὶ παλαιῶν καὶ κατημαξευμένων ἐθῶν ὄφελος, οἷς ἐξαπιναίως οὐ προσδοκήσασιν