Ancient Greek · ~2 min
Section 280
Philo Judaeus, Quis rerum divinarum heres sit 280
Not analysed yet
ἀθρόα καὶ νέα ὤμβρησεν ἀγαθά; πατέρας οὖν οὐχ ὧν μετανάστατος ἐγένετο ἡ ψυχὴ καλεῖ τοὺς ἐν τοῖς Χαλδαϊκοῖς κατορωρυγμένους μνήμασιν, ἀλλ’ ὡς μὲν ἔνιοί φασιν, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας —τὴν γὰρ τῶν κατὰ γῆν ἁπάντων γένεσιν διὰ τούτων λόγος ἔχει συνίστασθαι —,ὡς δέ τινες νομίζουσι, τὰς ἀρχετύπους ἰδέας, τὰ νοητὰ καὶ ἀόρατα ἐκεῖνα τῶν αἰσθητῶν καὶ ὁρωμένων τούτων παραδείγματα, πρὸς ἃ τὴν τοῦ σοφοῦ διάνοιαν μετοικίζεσθαι.