Ancient Greek · ~2 min
Section 284
Philo Judaeus, Quis rerum divinarum heres sit 284
Not analysed yet
τὸ δὲ „μετ’ εἰρήνης τραφεὶς“ οὐκ ἀπὸ σκοποῦ προσδιώρισται, ἀλλ’ ὅτι σχεδὸν τὸ πλεῖστον ἀνθρώπων γένος ἐπὶ πολέμῳ καὶ τοῖς ἐκ πολέμου κακοῖς πᾶσι τρέφεται. πόλεμος δ’ ὁ μὲν ἀπὸ τῶν ἐκτός ἐστιν, ὃν ἀδοξία καὶ πενία καὶ δυσγένεια καὶ τὰ ὁμοιότροπα ἐπάγουσιν, ὁ δ’ ἀπὸ τῶν ἐμφυλίων, κατὰ μὲν τὸ σῶμα ἀσθένειαι, λῶβαι, πηρώσεις παντελεῖς καὶ κηρῶν σωρὸς ἄλλων ἀμυθήτων, κατὰ δὲ τὴν ψυχὴν πάθη, νοσήματα, ἀρρωστήματα, δι’ ἀφροσύνης καὶ ἀδικίας καὶ τῶν ὁμοτυράννων χαλεπαὶ καὶ βαρύταται ἐπαναστάσεις καὶ ἀκαθαίρετοι δυναστεῖαι.