Ancient Greek · ~1 min
Section 285
Philo Judaeus, Quis rerum divinarum heres sit 285
Not analysed yet
„μετ’ εἰρήνης οὖν τραφεὶς“ γαληνὸν καὶ εὔδιον κτησάμενος βίον, εὐδαίμον’ ὡς ἀληθῶς καὶ μακάριον. πότε οὖν τοῦτο συμβήσεται; ὅταν εὐοδῇ μὲν τὰ ἐκτὸς πρὸς εὐπορίαν καὶ εὐδοξίαν, εὐοδῇ δὲ τὰ σώματος πρὸς ὑγίειάν τε καὶ ἰσχύν, εὐοδῇ δὲ τὰ ψυχῆς πρὸς ἀπόλαυσιν ἀρετῶν.