Ancient Greek · ~2 min
Section 286
Philo Judaeus, Quis rerum divinarum heres sit 286
Not analysed yet
χρῄζει γὰρ ἕκαστον οἰκείων δορυφόρων· δορυφορεῖται δὲ σῶμα μὲν εὐδοξίᾳ καὶ περιουσίᾳ καὶ ἀφθονίᾳ πλούτου, ψυχὴ δὲ τῷ τοῦ σώματος ὁλοκλήρῳ καὶ κατὰ πάντα ὑγιεινῷ, ὁ δὲ νοῦς ὑπὸ τῶν ἐν ταῖς ἐπιστήμαις θεωρημάτων· ἐπεὶ ὅτι γε εἰρήνης οὐχ ἣν αἱ πόλεις ἄγουσι μέμνηται, σαφές ἐστι τοῖς ἐντυγχάνουσι ταῖς ἱεραῖς γραφαῖς· μεγάλους γὰρ καὶ βαρεῖς πολέμους Ἀβραὰμ ἀνεδέξατο, οὓς καθῃρηκὼς φαίνεται.