Ancient Greek · ~1 min
Section 297
Philo Judaeus, Quis rerum divinarum heres sit 297
Not analysed yet
ταύτην τὴν ἐπίνοσον γενεὰν ἢ ἡλικίαν ὑπό τινος τρίτης οἷα ὑπὸ ἰατρικῆς φιλοσοφίας νοσηλευθῆναι χρή, κατεπᾳσθεῖσαν λόγοις ὑγιεινοῖς καὶ σωτηρίοις, δι’ ὧν κένωσιν μὲν ἐνδέξεται τῆς ἀμέτρου τῶν ἁμαρτημάτων πλησμονῆς, πλήρωσιν δὲ λιμηρᾶς κενώσεως τῶν κατορθωμάτων καὶ ἐρημίας δεινῆς.