Ancient Greek · ~1 min
Section 298
Philo Judaeus, Quis rerum divinarum heres sit 298
Not analysed yet
μετὰ τὴν θεραπείαν οὖν ταύτην γενεᾷ τετάρτῃ φύεται ψυχῇ δύναμίς τε καὶ ῥώμη κατὰ τὴν τῆς φρονήσεως βεβαιοτάτην ἀνάληψιν καὶ τὸ ἐν ἁπάσαις ἀρεταῖς ἀκλινές τε καὶ πάγιον. τοῦτ’ ἐστὶ τὸ λεγόμενον· „τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. “κατὰ γὰρ τὸν δειχθέντα τέταρτον ἀριθμὸν ἀποστραφεῖσα τοῦ διαμαρτάνειν ἡ ψυχὴ κληρονόμος ἀποδείκνυται σοφίας.