Ancient Greek · ~1 min
Section 302
Philo Judaeus, Quis rerum divinarum heres sit 302
Not analysed yet
ἑρμηνεύονται Ἀμορραῖοι λαλοῦντες, τὸ δὲ μέγιστον ἀγαθὸν ἀνθρώπῳ δωρηθὲν ὑπὸ φύσεως, τὸν λόγον, μυρίοι τῶν λαβόντων διέφθειραν ἀχαρίστως καὶ ἀπίστως τῇ δούσῃ προσενεχθέντες. οὗτοι δέ εἰσιν οἱ γόητες, οἱ κόλακες, οἱ πιθανῶν σοφισμάτων εὑρεταί, φενακίσαι καὶ παρακρούσασθαι μόνον εὖ εἰδότες, τοῦ ἀψευδεῖν οὐ πεφροντικότες. ἐπιτηδεύουσι μέντοι καὶ ἀσάφειαν, ἀσάφεια δὲ βαθὺ σκότος ἐν λόγῳ, κλέπταις δὲ συνεργὸν τὸ σκότος.