Ancient Greek · ~2 min
Section 301
Philo Judaeus, Quis rerum divinarum heres sit 301
Not analysed yet
χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι ἀκολουθίαν μὲν καὶ εἱρμὸν καὶ ἐπιπλοκὰς αἰτιῶν ἅτε φιλόσοφος καὶ θεοφράδμων ἀνὴρ οἶδεν, τούτοις δ’ οὐκ ἀνάπτει τὰς τῶν γινομένων αἰτίας. ἐφαντασιώθη γὰρ πρεσβύτερον ἄλλο ἐποχούμενον τοῖς ὅλοις ἡνιόχου τρόπον ἢ κυβερνήτου· πηδαλιουχεῖ γὰρ τὸ κοινὸν τοῦ κόσμου σκάφος, ᾧ τὰ πάντα ἐμπλεῖ, καὶ τὸ πτηνὸν ἅρμα, τὸν σύμπαντα οὐρανόν, ἡνιοχεῖ χρώμενον αὐτεξουσίῳ καὶ αὐτοκράτορι βασιλείᾳ. τί οὖν καὶ περὶ τούτων λεκτέον;