Ancient Greek · ~2 min
Section 307
Philo Judaeus, Quis rerum divinarum heres sit 307
Not analysed yet
Λέγει δὲ ἑξῆς· „ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο“ (Gen. 15,17), δηλῶν ὅτι ἀρετὴ πρᾶγμά ἐστιν ὀψίγονον καὶ μήν, ὡς ἔφασάν τινες, πρὸς αὐταῖς τοῦ βίου δυσμαῖς βεβαιούμενον. ἀρετὴν δὲ ἀπεικάζει φλογί· καθάπερ γὰρ ἡ φλὸξ καίει μὲν τὴν παραβληθεῖσαν ὕλην, φωτίζει δὲ τὸν γείτονα ἀέρα, τὸν αὐτὸν τρόπον ἐμπίπρησι μὲν τὰ ἁμαρτήματα ἡ ἀρετή, φέγγους δὲ τὴν ὅλην ἀναπίμπλησι διάνοιαν.