Ancient Greek · ~1 min
Section 308
Philo Judaeus, Quis rerum divinarum heres sit 308
Not analysed yet
ἀλλὰ γὰρ ἔτι τῶν ἀδιαιρέτων καὶ ἀμερίστων λόγων ἐπικρατούντων ταῖς πιθανότησιν, οὓς Ἀμορραίους ἀνακαλεῖ, περιφανεστάτην καὶ ἄσκιον αὐγὴν ἰδεῖν οὐ δυνάμεθα· κλιβάνου δ’ εἱλικρινὲς πῦρ οὐκ ἔχοντος, ἀλλ’ ὡς αὐτὸς ἔφη (Gen. 15,17) καπνιζομένου τρόπον διακείμεθα, σπινθῆρσι μὲν τῆς ἐπιστήμης ὑποτυφόμενοι, μήπω δὲ καθαρῷ πυρὶ δοκιμασθῆναι καὶ κραταιωθῆναι δυνάμενοι.