Ancient Greek · ~2 min
Section 311
Philo Judaeus, Quis rerum divinarum heres sit 311
Not analysed yet
κλιβάνῳ δὲ νῦν ἐξωμοίωσε τὴν ψυχὴν τοῦ φιλομαθοῦς καὶ ἐλπίδα τελειώσεως ἔχοντος, ἐπειδὴ τροφῆς πεττομένης συγκραταιοῦν ἑκάτερον ἀγγεῖόν ἐστιν, ὁ μὲν τῆς διὰ σιτίων φθαρτῶν, ἡ δὲ τῆς δι’ ἀφθάρτων ἀρετῶν. αἱ δὲ λαμπάδες τοῦ πυρὸς αἱ δᾳδουχούμεναι τοῦ δᾳδούχου θεοῦ κρίσις εἰσίν, αἱ λαμπραὶ καὶ διαυγεῖς, αἷς ἔθος μέσον τῶν διχοτομημάτων, λέγω δὲ τῶν ἐναντιοτήτων, ἐξ ὧν ἅπας ὁ κόσμος συνέστηκε, διάγειν.