Ancient Greek · ~1 min
Section 312
Philo Judaeus, Quis rerum divinarum heres sit 312
Not analysed yet
λέγεται γάρ· „λαμπάδες πυρός, αἳ διῆλθον μέσον τῶν διχοτομημάτων“ (Gen. 15,17), ἵνα γνῷς, ὅτι αἱ θεῖαι δυνάμεις διὰ μέσων καὶ πραγμάτων καὶ σωμάτων ἰοῦσαι φθείρουσι μὲν οὐδὲν —μένει γὰρ ἀπαθῆ τὰ διχοτομήματα —,διαιροῦσι δὲ καὶ διαστέλλουσι σφόδρα καλῶς τὰς ἑκάστων φύσεις.