Ancient Greek · ~1 min
Section 55
Philo Judaeus, Quis rerum divinarum heres sit 55
Not analysed yet
ἐπειδὴ γὰρ ψυχὴ διχῶς λέγεται, ἥ τε ὅλη καὶ τὸ ἡγεμονικὸν αὐτῆς μέρος, ὃ κυρίως εἰπεῖν ψυχὴ ψυχῆς ἐστι, καθάπερ ὀφθαλμὸς ὅ τε κύκλος σύμπας καὶ τὸ κυριώτατον μέρος τὸ ᾧ βλέπομεν, ἔδοξε τῷ νομοθέτῃ διττὴν καὶ τὴν οὐσίαν εἶναι ψυχῆς, αἷμα μὲν τῆς ὅλης, τοῦ δ’ ἡγεμονικωτάτου πνεῦμα θεῖον.