Ancient Greek · ~2 min
Section 56
Philo Judaeus, Quis rerum divinarum heres sit 56
Not analysed yet
φησὶ γοῦν ἄντικρυς· „ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν“ (Lev. 17, 11). εὖ γε τὸ προσνεῖμαι τῷ σαρκῶν ὄχλῳ τὴν αἵματος ἐπιρροήν, οἰκεῖον οἰκείῳ· τοῦ δὲ νοῦ τὴν οὐσίαν ἐξ οὐδενὸς ἤρτησε γενητοῦ, ἀλλ’ ὑπὸ θεοῦ καταπνευσθεῖσαν εἰσήγαγεν· „ἐνεφύσησε“ γάρ φησιν „ὁ ποιητὴς τῶν ὅλων εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), ᾗ καὶ κατὰ τὴν εἰκόνα τοῦ ποιητοῦ λόγος ἔχει τυπωθῆναι.