Ancient Greek · ~2 min
Section 58
Philo Judaeus, Quis rerum divinarum heres sit 58
Not analysed yet
χρεῖος δ’ ἐστὶν οὐ μετρίως ὁ πεπλασμένος ἡμῶν χοῦς καὶ ἀναδεδευμένος αἵματι βοηθείας τῆς ἐκ θεοῦ· διὸ λέγεται "οὗτος Δαμασκὸς Ἐλιέζερ“ —ἑρμηνευθεὶς δέ ἐστιν Ἐλιέζερ θεός μου βοηθός —,ἐπειδὴ ὁ ἔναιμος ὄγκος ἐξ ἑαυτοῦ διαλυτὸς ὢν καὶ νεκρὸς συνέστηκε καὶ ζωπυρεῖται προνοίᾳ θεοῦ τοῦ τὴν χεῖρα ὑπερέχοντος καὶ ὑπερασπίζοντος, μηδεμίαν ἡμέραν ἱδρυθῆναι παγίως δυνηθέντος ἐξ ἑαυτοῦ τοῦ γένους ἡμῶν.