Ancient Greek · ~1 min
Section 59
Philo Judaeus, Quis rerum divinarum heres sit 59
Not analysed yet
οὐχ ὁρᾷς ὅτι καὶ Μωυσέως ὁ δεύτερος τῶν υἱῶν ὁμωνυμεῖ τούτῳ; „τὸ γὰρ ὄνομα“ φησί „τοῦ δευτέρου Ἐλιέζερ“, καὶ τὴν αἰτίαν ἐπιφέρει· „ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ“ (Exod. 18,4).