Ancient Greek · ~1 min
Section 60
Philo Judaeus, Quis rerum divinarum heres sit 60
Not analysed yet
τοῖς δ’ ἔτι τῆς ἐναίμου καὶ αἰσθητῆς ζωῆς ἑταίροις ἐπιτίθεται ὁ σκεδάσαι τὰς θεοσεβείας δεινὸς τρόπος, ὄνομα Φαραώ, οὗ τὴν παρανομίας καὶ ὠμότητος μεστὴν δυναστείαν ἀμήχανον ἐκφυγεῖν ἄνευ τοῦ γεννηθῆναι τὸν Ἐλιέζερ ἐν ψυχῇ