Ancient Greek · ~1 min
Section 70
Philo Judaeus, Quis rerum divinarum heres sit 70
Not analysed yet
ἐνθουσιώσης γὰρ καὶ οὐκέτ’ οὔσης ἐν ἑαυτῇ διανοίας, ἀλλ’ ἔρωτι οὐρανίῳ σεσοβημένης κἀκμεμηνυίας καὶ ὑπὸ τοῦ ὄντως ὄντος ἠγμένης καὶ ἄνω πρὸς αὐτὸ εἱλκυσμένης, προϊούσης ἀληθείας καὶ τἀν ποσὶν ἀναστελλούσης, ἵνα κατὰ λεωφόρου βαίνοι τῆς ὁδοῦ, κλῆρος οὗτος. πῶς οὖν μετανίστασο τῶν προτέρων ἐκείνων,