Ancient Greek · ~2 min
Section 71
Philo Judaeus, Quis rerum divinarum heres sit 71
Not analysed yet
λέγε θαρροῦσα ἡμῖν, ὦ διάνοια, ἣ τοῖς ἀκούειν τὰ νοητὰ δεδιδαγμένοις ἐνηχεῖς, ἀεὶ φάσκουσα ὅτι μετῳκισάμην τοῦ σώματος, ἡνίκα τῆς σαρκὸς ἠλόγουν ἤδη, καὶ τῆς αἰσθήσεως, ὁπότε τὰ αἰσθητὰ πάντα ὡς μὴ πρὸς ἀλήθειαν ὄντα ἐφαντασιώθην καταγνοῦσα μὲν αὐτῆς τῶν κριτηρίων ὡς νενοθευμένων καὶ δεδεκασμένων καὶ ψευδοῦς ὑποπεπλησμένων δόξης, καταγνοῦσα δὲ καὶ τῶν κρινομένων, ὡς δελεάσαι καὶ ἀπατῆσαι καὶ ἐκ μέσης τῆς φύσεως ἁρπάσαι τὴν ἀλήθειαν εὐτρεπισμένων· μετανέστην καὶ τοῦ λόγου, ἡνίκα πολλὴν ἀλογίαν αὐτοῦ κατέγνων καίτοι μετεωρίζοντος καὶ φυσῶντος ἑαυτόν.