Ancient Greek · ~1 min
Section 80
Philo Judaeus, Quis rerum divinarum heres sit 80
Not analysed yet
„ἐμνήσθημεν“ γάρ φασι „τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ σικύας, πέπονας, πράσα, κρόμμυα, σκόρδα· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν“ (Num. 11, 5. 6).