Ancient Greek · ~2 min
Section 81
Philo Judaeus, Quis rerum divinarum heres sit 81
Not analysed yet
συντείνει δὲ πρὸς ἠθοποιίαν καὶ τὸ „ἐξήγαγεν αὐτὸν ἔξω“, ὅ τινες εἰώθασιν ὑπ’ ἀμουσίας ἤθους γελᾶν φάσκοντες· εἴσω γάρ τις ἐξάγεται, ἢ ἔμπαλιν εἰσέρχεται ἔξω; ναί, φαίην ἄν, ὦ καταγέλαστοι καὶ λίαν εὐχερεῖς· ψυχῆς γὰρ τρόπους ἰχνηλατεῖν οὐκ ἐμάθετε, ἀλλὰ σωμάτων τὰς ἐν τούτοις μεταβατικὰς κινήσεις μόνας ἐρευνᾶτε. διὸ καὶ παράδοξον ὑμῖν φαίνεται εἴ τις ἐξέρχεται εἴσω ἢ εἰσέρχεται ἔξω· τοῖς δὲ Μωυσέως γνωρίμοις ἡμῖν οὐδὲν τῶν τοιούτων ἀπῳδόν ἐστιν.