Ancient Greek · ~1 min
Section 85
Philo Judaeus, Quis rerum divinarum heres sit 85
Not analysed yet
ὀρθότατα οὖν εἴρηται· „ἐξήγαγεν αὐτὸν ἔξω“ τῶν κατὰ τὸ σῶμα δεσμωτηρίων, τῶν κατὰ τὰς αἰσθήσεις φωλεῶν, τῶν κατὰ τὸν ἀπατεῶνα λόγον σοφιστειῶν, ἐπὶ πᾶσιν αὐτὸν ἐξ ἑαυτοῦ καὶ τοῦ δοκεῖν αὐτεξουσίῳ καὶ αὐτοκράτορι γνώμῃ νοεῖν τε καὶ καταλαμβάνειν.