Ancient Greek · ~1 min
Section 86
Philo Judaeus, Quis rerum divinarum heres sit 86
Not analysed yet
Προαγαγὼν δὲ αὐτὸν ἔξω φησίν· „ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, ἐὰν δυνηθῇς ἐξαριθμῆσαι αὐτούς. οὕτως ἔσται τὸ σπέρμα σου“ (Gen. 15, 5). παγκάλως εἶπεν „οὕτως ἔσται“, ἀλλ’ οὐ τοσοῦτον, τοῖς ἄστροις ἰσάριθμον. οὐ γὰρ τὸ πλῆθος αὐτὸ μόνον, ἀλλὰ καὶ μυρία ἄλλα τῶν εἰς εὐδαιμονίαν ὁλόκληρον καὶ παντελῆ βούλεται παρεμφῆναι.