Ancient Greek · ~1 min
Section 88
Philo Judaeus, Quis rerum divinarum heres sit 88
Not analysed yet
βούλεται γὰρ ἀντίμιμον οὐρανοῦ, εἰ δὲ χρὴ καὶ προσυπερβάλλοντα εἰπεῖν, οὐρανὸν ἐπίγειον ἀποφῆναι τὴν τοῦ σοφοῦ ψυχὴν ἔχουσαν ἐν ἑαυτῇ καθάπερ ἐν αἰθέρι καθαρὰς φύσεις, τεταγμένας κινήσεις, χορείας ἐμμελεῖς, θείας περιόδους, ἀρετῶν ἀστεροειδεστάτας καὶ περιλαμπεστάτας αὐγάς. εἰ δ’ ἀμήχανον αἰσθητῶν ἀστέρων ἀριθμὸν εὑρεῖν, πῶς οὐχὶ μᾶλλον νοητῶν;