Ancient Greek · ~1 min
Section 87
Philo Judaeus, Quis rerum divinarum heres sit 87
Not analysed yet
οὕτως οὖν ἔσται, φησίν, ὡς ἔχει τὸ ὁρώμενον αἰθέριον, οὕτως οὐράνιον, οὕτως αὐγῆς γέμον ἀσκίου καὶ καθαρᾶς —οὐρανοῦ γὰρ ἀπελήλαται νὺξ καὶ αἰθέρος τὸ σκότος —,ἀστεροειδέστατον, εὖ διακεκοσμημένον, τάξει χρώμενον ἀκλινεῖ τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ.