Ancient Greek · ~2 min
Section 103
Philo Judaeus, Quod deterius potiori insidiari soleat 103
Not analysed yet
διὸ σπουδάζωμεν ἕκαστον τῶν εἰρημένων στομίων καταδεῖν τοῖς ἀρρήκτοις ἐγκρατείας δεσμοῖς· „ὅσα γὰρ οὐχὶ δεσμῷ καταδεῖται“ φησὶ Μωυσῆς ἐν ἑτέροις (Num. 19, 15) „ἀκάθαρτα εἶναι,“ ὡς ἂν τοῦ κεχαλάσθαι καὶ κεχηνέναι καὶ λελύσθαι τὰ ψυχῆς μέρη κακοδαιμονίας αἰτίου, τοῦ δὲ συνῆχθαι καὶ συνεσφίγχθαι ὀρθὸν καὶ βίον καὶ λόγον ἐργαζομένου. τὸν ἄθεον οὖν καὶ ἀσεβῆ Κάιν δεόντως καταρᾶται, ὅτι τοὺς φωλεοὺς τοῦ συγκρίματος διοίξας ἐπικέχηνε πᾶσι τοῖς ἐκτός, εὐχόμενος δι’ ἀπληστίαν δέξασθαί τε αὐτὰ καὶ χωρῆσαι ἐπ’ ὀλέθρῳ τοῦ φιλοθέου δόγματος Ἄβελ.