Ancient Greek · ~2 min
Section 104
Philo Judaeus, Quod deterius potiori insidiari soleat 104
Not analysed yet
Ἐργάσεται διὰ τοῦτο τὴν γῆν (Gen. 4, 12), οὐ γεωργήσει· γεωργὸς μὲν γὰρ πᾶς τεχνίτης, ὅτι τέχνη καὶ ἡ γεωργία, πολλοὶ δὲ τῶν ἰδιωτῶν γεωπόνοι τὴν ἄνευ ἐμπειρίας ἕνεκα τῶν ἀναγκαίων μετιόντες ὑπηρεσίαν· οὗτοι μὲν οὖν ἐν οἷς δρῶσι πολλὰ βλάπτουσιν ἐπιστάτου μὴ τυχόντες· ἃ δ’ ἂν καὶ εὖ ἐργάσωνται, κατὰ τύχην, οὐ σὺν λόγῳ, κατορθοῦσι· τὰ δὲ τῶν γεωργῶν τὰ μετ’ ἐπιστήμης ἐνεργούμενα πάντ’ ἐστὶν ἐξ ἀνάγκης ὠφέλιμα.