Ancient Greek · ~2 min
Section 138
Philo Judaeus, Quod deterius potiori insidiari soleat 138
Not analysed yet
Ἐπιδεδειχότες οὖν, ὡς ἐνῆν, διὰ μάρτυρος ἀψευδεστάτου Μωυσέως ὅτι σοφοῦ τὸ χαίρειν ἴδιον, αὖθις ἐπιδείξωμεν ὅτι καὶ τὸ ἐλπίζειν, οὐχ ἑτέρῳ χρώμενοι μάρτυρι. τὸν γὰρ τοῦ Σὴθ υἱὸν ὄνομα Ἐνὼς —ἑρμηνεύεται δὲ ἄνθρωπος —***ἐλπίς· „οὗτος ἤλπισε πρῶτον“ φησίν „ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ“ (Gen. 4, 26), λέγων ὑγιῶς· ἀνθρώπῳ γὰρ τῷ γε πρὸς ἀλήθειαν τί ἂν γένοιτο οἰκειότερον ἐλπίδος καὶ προσδοκίας κτήσεως ἀγαθῶν παρὰ τοῦ μόνου φιλοδώρου θεοῦ; τοῦτ’ ἐστίν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡ μόνη κυρίως γένεσις ἀνθρώπων, ὡς τῶν μὴ ἐλπιζόντων ἐπὶ θεὸν λογικῆς φύσεως οὐ μεμοιραμένων.