Ancient Greek · ~2 min
Section 139
Philo Judaeus, Quod deterius potiori insidiari soleat 139
Not analysed yet
διὸ καὶ προειπὼν ἐπὶ τοῦ Ἐνὼς ὅτι „οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ“, ῥητῶς ἐπιφέρει· „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), σπουδαιολογῶν· ἐγγράφεται γὰρ τῇ θεοῦ βίβλῳ, ὅτι μόνος εὔελπις ἄνθρωπος, ὥστε κατὰ τὰ ἐναντία ὁ δύσελπις οὐκ ἄνθρωπος. ὅρος οὖν τοῦ μὲν συγκρίματος ἡμῶν ζῷον λογικὸν θνητόν ἐστι, τοῦ δὲ κατὰ Μωυσῆν ἀνθρώπου διάθεσις ψυχῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐλπιζούσης.