Ancient Greek · ~1 min
Section 147
Philo Judaeus, Quod deterius potiori insidiari soleat 147
Not analysed yet
διὰ τοῦτο „πάνθ’ ὅσα ἂν εὔξηται χήρα καὶ ἐκβεβλημένη κατὰ τῆς ψυχῆς αὐτῆς“ φησὶν ὁ νομοθέτης μενεῖν αὐτῇ (Num. 30, 10)· τὸν μὲν γὰρ θεὸν ἄνδρα καὶ πατέρα τῶν ὅλων σπορὰν καὶ γένεσιν ἁπάντων παρεχόμενον ἐνδίκως φήσομεν, διάνοιαν δὲ ἐκβεβλῆσθαι καὶ χήραν θεοῦ, ἥτις ἢ γονὰς θείας οὐ παρεδέξατο ἢ παραδεξαμένη ἑκουσίως αὖθις ἐξήμβλωσε.