Ancient Greek · ~1 min
Section 148
Philo Judaeus, Quod deterius potiori insidiari soleat 148
Not analysed yet
τοιγαροῦν ὅσα ἂν ὁρίσηται, καθ’ ἑαυτῆς ὁριεῖται, καὶ ταῦτα μενεῖ πάντως ἀνίατα· πῶς γὰρ οὐ κακὸν ἀπευκτόν, ὁρίζεσθαί τι καὶ παγίως ἀποφαίνεσθαι περὶ αὑτῆς γένεσιν τὴν ἄστατον πάντῃ καὶ φορητήν, ἐπιγράφουσαν αὑτῇ τὰς τοῦ ποιοῦντος ἀρετάς, ὧν μία ἐστί, καθ’ ἣν ἀνενδοιάστως καὶ ἀκλινῶς ἕκαστα ὁρίζεται.