Ancient Greek · ~2 min
Section 161
Philo Judaeus, Quod deterius potiori insidiari soleat 161
Not analysed yet
τούτοις ἕπεται καὶ τὸ Μωυσῆν, ὁπότε χειροτονεῖται „θεὸς τοῦ Φαραώ“, μὴ πρὸς ἀλήθειαν γεγενῆσθαι, δόξῃ δὲ μόνον ὑπολαμβάνεσθαι· θεὸν γὰρ διδόντα μὲν οἶδα καὶ χαριζόμενον, διδόμενον δὲ οὐ δύναμαι νοῆσαι, λέγεται δὲ ἐν ἱεραῖς βίβλοις· „δίδωμί σε θεὸν Φαραώ“ (Exod. 7, 1), τοῦ διδομένου πάσχοντος, οὐ δρῶντος· δραστήριον δὲ τὸ ὄντως ὄν, οὐ πάσχον, ἀναγκαῖον εἶναι. τί οὖν διὰ τούτων συνάγεται;