Ancient Greek · ~1 min
Section 162
Philo Judaeus, Quod deterius potiori insidiari soleat 162
Not analysed yet
ὅτι ὁ σοφὸς λέγεται μὲν θεὸς τοῦ ἄφρονος, πρὸς ἀλήθειαν δὲ οὐκ ἔστι θεός, ὥσπερ οὐδὲ τὸ ἀδόκιμον τετράδραχμόν ἐστι τετράδραχμον· ἀλλ’ ὅταν μὲν τῷ ὄντι παραβάλληται, ἄνθρωπος εὑρεθήσεται θεοῦ, ὅταν δὲ ἄφρονι ἀνθρώπῳ, θεὸς πρὸς φαντασίαν καὶ δόκησιν, οὐ πρὸς ἀλήθειαν καὶ τὸ εἶναι, νοούμενος.