Ancient Greek · ~2 min
Section 28
Philo Judaeus, Quod deterius potiori insidiari soleat 28
Not analysed yet
„εἰς Δωθαεὶμ πορευθῶμεν“ (ibid.) —ἑρμηνεύεται δὲ ἔκλειψις ἱκανή —,παριστάντων ὅτι οὐ μέσως ἀλλ’ ἄκρως ἀπόλειψιν καὶ ἔκλειψιν τῶν ἃ μὴ πρὸς ἀρετὴν συνεργεῖ μεμελετήκασι, καθὰ καὶ „Σάρρᾳ ἔτι γίνεσθαι τὰ γυναικεῖα ἐξέλιπε“ (Gen. 18, 11)· θήλεα δὲ φύσει τὰ πάθη, ὧν ἔκλειψιν ἐπιτηδευτέον παρὰ τοὺς ἄρρενας τῶν εὐπαθειῶν χαρακτῆρας. οὐκοῦν „ἐν πεδίῳ“ τουτέστιν ἐν ἁμίλλῃ λόγων εὑρίσκεται καὶ ὁ ποικίλου δόγματος εἰσηγητὴς πρὸς πολιτείας μᾶλλον ἢ πρὸς ἀληθείας τύπον χρησίμου πλανώμενος Ἰωσήφ.