Ancient Greek · ~2 min
Section 29
Philo Judaeus, Quod deterius potiori insidiari soleat 29
Not analysed yet
εἰσὶ δέ τινες τῶν ἀγωνιστῶν οἳ διὰ σώματος εὐεξίαν, ἀπειπόντων τῶν ἀντιπάλων, ἐστεφανώθησαν ἀμαχὶ μηδ’ αὐτὸ μόνον κονισάμενοι ἀσυγκρίτου ῥώμης εὑράμενοι τὰ πρωτεῖα. τοιαύτῃ δυνάμει χρησάμενος περὶ τὸ θειότατον τῶν ἐν ἡμῖν τὴν διάνοιαν Ἰσαὰκ „ἐξέρχεται μὲν εἰς τὸ πεδίον“ (Gen. 24, 63), ἁμιλλησόμενος δ’ οὐδενί, πάντων κατεπτηχότων τῶν ἀνταγωνιστῶν τὸ μεγαλεῖον καὶ ὑπερβάλλον ἐν ἅπασι τῆς φύσεως αὐτοῦ, μόνον δὲ ἰδιάσαι βουλόμενος καὶ ἰδιολογήσασθαι τῷ συνοδοιπόρῳ καὶ ἡγεμόνι τῆς τε ὁδοῦ καὶ τῆς ψυχῆς θεῷ.