Ancient Greek · ~1 min
Section 31
Philo Judaeus, Quod deterius potiori insidiari soleat 31
Not analysed yet
παρὸ καὶ ὁ παῖς ἐπισφραγιζόμενος τὸ μὴ δύνασθαι καταλαβεῖν τὸν ἀειδῆ καὶ προσομιλοῦντα ἀοράτως φησίν· „οὗτος ὁ κύριός μου“ (ibid.) ,τὴν δεῖξιν φέρων ἐπὶ τὸν Ἰσαὰκ μόνον· οὐ γὰρ εἰκὸς προφανέντων δυεῖν ἕνα δεικνύναι, ἀλλὰ τὸν ἄδεικτον οὐκ εἶδε πᾶσι τοῖς μέσοις ἀόρατον ὄντα.