Ancient Greek · ~2 min
Section 32
Philo Judaeus, Quod deterius potiori insidiari soleat 32
Not analysed yet
Ὡς μὲν τοίνυν τὸ πεδίον, εἰς ὃ προκαλεῖται τὸν Ἄβελ ὁ Κάιν ἐλθεῖν, σύμβολον ἁμίλλης καὶ διαμάχης ἐστίν, ἱκανῶς δεδηλῶσθαι νομίζω. διαπορητέον δὲ ἑξῆς, περὶ τίνων ποιοῦνται τὰς ζητήσεις προελθόντες. ἦ δῆλον ὅτι περὶ ἐναντίων καὶ μαχομένων δοξῶν· ὁ μὲν γὰρ Ἄβελ ἀναφέρων ἐπὶ θεὸν πάντα φιλόθεον δόγμα, ὁ δὲ Κάιν ἐφ’ ἑαυτὸν —κτῆσις γὰρ ἑρμηνεύεται —φίλαυτον· φίλαυτοι δέ, ὅταν τοῖς ἀρετὴν τιμῶσιν ἐπαποδυσάμενοι κονίσωνται, [καὶ] παγκρατιάζοντες οὐ παύονται πρὶν ἢ ἀπειπεῖν βιάσασθαι ἢ παντελῶς διαφθεῖραι.