Ancient Greek · ~3 min
Section 49
Philo Judaeus, Quod deterius potiori insidiari soleat 49
Not analysed yet
Ὁ μὲν δὴ σοφὸς τεθνηκέναι δοκῶν τὸν φθαρτὸν βίον ζῇ τὸν ἄφθαρτον, ὁ δὲ φαῦλος ζῶν τὸν ἐν κακίᾳ τέθνηκε τὸν εὐδαίμονα. ἐπὶ μὲν γὰρ τῶν διεστηκότων ζῴων τε καὶ κοινῶς σωμάτων ἕτερα μὲν τὰ ποιοῦντα, ἕτερα δ’ εἶναι τὰ πάσχοντα δυνατὸν καὶ ῥᾴδιον· ὁπότε γὰρ πατὴρ υἱὸν τύπτει σωφρονίζων ἢ διδάσκαλος γνώριμον, ἕτερος ὁ τύπτων καὶ ἕτερος ὁ τυπτόμενός ἐστιν· ἐπὶ δὲ τῶν ἡνωμένων περὶ ὃ τὸ ποιεῖν καὶ τὸ πάσχειν εὑρίσκεται, καὶ οὔτε ἐν ἑτέρῳ χρόνῳ οὔτε ἕτερον, ἀλλὰ κατὰ τὸν αὐτὸν καὶ τὸ αὐτό· ἐπειδὰν γοῦν ἀθλητὴς ἑαυτὸν τοῦ γυμνάσασθαι χάριν ἀνατρίβῃ, πάντως τρίβεται, καὶ εἴ τις μέντοι παίει ἑαυτὸν ἢ τιτρώσκει, παίεταί τε καὶ τιτρώσκεται, καὶ γὰρ ὁ πηρῶν ἢ κτείνων ἑαυτὸν πηροῦται καὶ κτείνεται. πρὸς τί δὴ ταῦτ’ εἶπον;